Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.274 Joseph. AJ 12.279 (English) >>Joseph. AJ 12.284

12.277ταῦτʼ εἰπὼν ἔπεισεν αὐτούς, καὶ ἄχρι δεῦρο μένει παρʼ ἡμῖν τὸ καὶ σαββάτοις, εἴ ποτε δεήσειεν, μάχεσθαι. 12.278ποιήσας οὖν δύναμιν πολλὴν περὶ αὐτὸν Ματταθίας τούς τε βωμοὺς καθεῖλεν καὶ τοὺς ἐξαμαρτάνοντας ἀπέκτεινεν, ὅσους λαβεῖν ὑποχειρίους ἠδυνήθη· πολλοὶ γὰρ διʼ εὐλάβειαν διεσπάρησαν εἰς τὰ πέριξ ἔθνη· τῶν τε παίδων τοὺς οὐ περιτετμημένους ἐκέλευσε περιτέμνεσθαι τοὺς ἐπὶ τῷ κωλύειν καθεσταμένους ἐκβαλών. 12.279

Ἄρξας δʼ ἐνιαυτὸν καὶ καταπεσὼν εἰς νόσον προσκαλεῖται τοὺς παῖδας, καὶ περιστησάμενος αὐτοὺςἐγὼ μέν, εἶπεν, παῖδες, ἄπειμι τὴν εἱμαρμένην πορείαν, παρατίθεμαι δʼ ὑμῖν τοὐμὸν φρόνημα καὶ παρακαλῶ μὴ γενέσθαι κακοὺς αὐτοῦ φύλακας, 12.280ἀλλὰ μεμνημένους τῆς τοῦ φύσαντος ὑμᾶς καὶ θρεψαμένου προαιρέσεως ἔθη τε σώζειν τὰ πάτρια καὶ κινδυνεύουσαν οἴχεσθαι τὴν ἀρχαίαν πολιτείαν ἀνακτᾶσθαι μὴ συμφερομένους τοῖς διὰ βούλησιν διʼ ἀνάγκην προδιδοῦσιν αὐτήν, 12.281ἀλλʼ ἀξιῶ παῖδας ὄντας ἐμοὺς ἐμμεῖναι καὶ βίας ἁπάσης καὶ ἀνάγκης ἐπάνω γενέσθαι, τὰς ψυχὰς οὕτω παρασκευασαμένους, ὥστʼ ἀποθανεῖν ὑπὲρ τῶν νόμων, ἂν δέῃ, λογιζομένους τοῦθʼ, ὅτι τὸ θεῖον τοιούτους ὑμᾶς ὁρῶν οὐχ ὑπερόψεται, τῆς δʼ ἀρετῆς ἀγασάμενον ἀποδώσει πάλιν ὑμῖν αὐτοὺς καὶ τὴν ἐλευθερίαν, ἐν ζήσεσθε μετʼ ἀδείας τῶν ἰδίων ἀπολαύοντες ἐθῶν, ἀποκαταστήσει·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.274 Joseph. AJ 12.279 (English) >>Joseph. AJ 12.284

Powered by PhiloLogic